Κύριε, εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν
τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς
εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι
κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν
σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη
ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς
σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν
μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς
τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν
μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ
τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον·
δίδαξόν με
τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά
σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις
με.
Ἐν τῇ
δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις
τοὺς ἐχθρούς μου·
καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός
Κύριος, και επέφανεν ημί, ευλόγημένος ο ερχόμενος εν ονόματι Κυρίου
Ήχος Δ΄
Ο υψωθείς εν
τω Σταυρώ εκουσίως, τη επωνύμω σου καινή πολιτεία, τους οικτιρμούς σου δώρησαι,
Χριστέ ο Θεός, Εύφρανον εν τη δυνάμει σου, τους πιστούς Βασιλείς ημών, νίκας
χορηγών αυτοίς, κατά των πολεμίων, την συμμαχίαν έχοιεν την σην, όπλον ειρήνης,
αήττητον τρόπαιον.
Τους
προστρέχοντας τη θερμή Σου πρεσβεία και προσκυνούντας την σεπτή Σου εικόνα εν
πίστει Μήτερ ημών Εικοσιφοίνισαα. πάντας διαφύλασσε απειλών και κινδύνων και
δεινών και θλίψεων και φρικτών νοσημάτων και προς την πίστην την αληθινήν
στρέψον αυτούς. ω Μήτερ Πανάχραντε.
Δόξα Πατρί
& Υιώ και Αγίω Πνευματι νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Τη Θεοτόκω
εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί,
και
προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής,
Δέσποινα,
βοήθησον εφ’ ημίν σπλαγχνισθείσα, σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων,
μη
αποστρέψης σους δούλους κενούς, σε γαρ και μόνην ελπίδα κεκτήμεθα.
Δόξα Πατρί
και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί, και εις τους αιώνας των αιώνων.
Αμήν.
Ου
σιωπήσωμεν ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ειμή γαρ συ
προϊστασο πρεσβεύουσα.
Τις ημάς
ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους;
Ουκ
αποστώμεν, Δέσποινα, εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.
Ο Ν' Ψαλμός
και Ήχος Πλ. Δ΄
Υγράν
διοδεύσας ωσεί ξηράν και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα,
Τώ Λυτρωτή και Θεώ ημών άσωμεν.
Υπεραγία
θεοτόκε σώσον ημάς
Ω Μήτερ
Πανάχραντε τον Χριστού, πως επιχειρήσω ιστορήσαι Σας δωρεάς, αι βλυζουν εκ της
Σης εικόνος. ως ποταμός συνεχής θείας χάριτος!
Υπεραγία
θεοτόκε, σώσον ημάς
Ραδίως Εικών
Σου η θαυμαστή πάλαι ετυπώθη θεία χάριτι. ω Σεπτή. άνευ ανθρώπινης βοήθειας
άνευ ζωγράφου, χρωστήρος και χρώματος!
Υπεραγία
θεοτόκε, σώσον ημάς
Ακτίνας
φωτός θεία Σου εικών εξέπεμψε πάλαι τοις πιστοίς Σου ω Θαυμαστή, ακτίνας φωτός
κοκκίνου. και εξ αυτού ονομάσθη «Εικοσιφοίνισσα»
Δόξα Πατρί
& Υιώ και Αγίω Πνενματι
Πως Σου
τα'θαυμάσια εξειπείν δυνήσομαι Κόρη: Θεραπείες ποικίλες γαρ εκ της Σης
αχειροποιήτου εικόνος ως εκ πηγής αστείρευτου πηγάζουσιν!
Και νυν και
αεί και εις τους αιώνας των αιώνων. Αμήν
Τη θεία Μονή
Σου προστρέχω νυν. Πανάχραντε Κόρη και λαμβάνω τας δωρεάς εκ της Σης
αχειροποιήτου εικόνος, Εικοσιφοίνισσα Δέσποινα Μήτερ μας!
Ωδή Γ΄
Ουρανίας
αψίδος, οροφουργέ Κύριε και τής εκκλησίας δομήτορ, σύ με στερέωσον, εν τή αγάπη
τή σή, των εφετων η ακρότης, των πιστων τό στήριγμα, μόνε φιλάνθρωπε
Υπεραγία
θεοτόκε, σώσον ημάς!
Εχαρίσω τοις
πάσιν, Εικοσιφοίνισσα. προβλημάτων την λύσιν και την εκπλήρωσιν των αιτημάτων
τους, ω Θεοτόκε Παρθένε, ότι χάριν δέχονται εκ της; εικόνος Σου!
Υπεραγία
θεοτόκε, σώσον ημάς
Η μονή Σου ω
Κόρη, πάσαν την περιοχήν του όρους Παγγαίου διαφυλάσσει νυν, ήν σώζε πάντοτε
Εικοσιφοίνισσα Μήτερ ταις θερμαίς πρεσβείαις Σου προς τον Σωτήρα μας!
Λόξα Πατρί
& Υιώ και Αγίω Πνενματι
Πάσα θλίψις
και νόσος απομακρύνεται εκ παντός πιστού Σου Παρ¬θένε. τη επισκέψειΣου όθεν οι
πάσχοντες εκ της οδύνης λυθέντεςχαίροντες κηρύττουσι τα Μεγαλεία Σου!
Και νυν και
αεί και εις τους αιώνας των αιώνων. Αμήν
Ώσπερ ήλιος
λάμπει η Ση Εικών, Άχραντε και ταις του φωτός Σου ακτίσι φωτίζει άπαντας,
Εικοσιφοίνισσα Παρθένε Μήτερ Κυρίου, ήνπερ και οι Άγγελοι φόβω δοξάζουσιν!
Εισάκουσον,
Εικοσιφοίνισσα Μήτερ Θεογεννήτωρ, τας ικεσίας. Παρθένε, των δούλιον Σου και
λύτρωνε εκ παντοίων κινδύνων!
Επίβλεψον εν
ευμενεία. Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασε
της ψυχής μου το άλγος!
Ήχος Β΄
Πρεσβεία
θερμή και τείχος απροσμάχητον, ελέους πηγή, του κόσμου καταφύγιον, εκτενώς
βοώμέν σοι, Θεοτόκε δέσποινα, πρόφθασον και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη
ταχέως προστατεύουσα.
Πρεσβεία
θερμή και φοβερόν προπύργιον. λιμήν ασφαλής υπάρχεις ημίν Δέσποινα όθεν
βοώμεν Σοι πράϋνον τας εφόδους εχθρού του αρχεκάκου και εν ειρήνη φύλαττε ημάς.
Εικοσιφοίνισσα Μήτερ πρεσβείαις Σου!
Ωδή Δ΄
Εισακήκοα,
Κύριε, τής οικονομίας σου τό μυστήριον, κατενόησα τά έργα σου και εδόξασά σου
την θεότητα.
Υπεραγία
θεοτόκε, σώσον ημάς
Στης Ελλάδος
τα πέρατα. η θαυματουργός Εικών Σου τεθρύληται και αυτήν επικαλούνται νυν
πάντες οι πιστοί Εικοσιφοίνισσα!
Υπεραγία
θεοτόκε, σώσον ημάς
Γερμανώ τω
πιστότατω. Μήτερ, ανεφάνης το πάλαι λάμπουσα και την θείαν Εικόνα Σου τούτω
εδωρήσω αχειροποίητον!
Δόξα Πατρί
& Υιώ και Αγίω Πνεύματι
Τις Σου Κόρη
το όνομα εν ανάγκη πάση επεκαλέσατο και αυτού ουχ ευμενέστατα αίτησιν εδέχθης.
Εικοσιφοίνισσα!
Και νυν και
αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Της
Χανούμισσας αίτησιν, Μήτερ απεδέχθης ως πολυεύσπλαχνος και το τέκνον της
θεράπευσες την θερμήν της πίστιν ανταμοίβουσα!
Ωδή Ε΄
Φώτισον
ημάς τοίς προστάγμασί σου, Κύριε και τώ βραχίονί σου τώ υψηλώ, την σήν ειρήνην
παράσχου ημίν, φιλάνθρωπε.
Πως Σου την
μορφήν ατενίσω ο ανάξιος, ω Πανάχραντε Μητέρα του Θεού, οφθαλμοίς μου ρυπαροίς
Σε την Πανάσπιλον.
Υπεραγία
θεοτόκε, σώσον ημάς
Χαίρε
Κραταιά, της Εικόνος Σου τα θαύματα πάσα η Ελλάς κηρύττει νυν. Μήτερ Θεού, ότι
πλήθος των πιστών Σου ευεργέτησας.
Δόξα Πατρί
& Υιώ και Αγίω Πνεύματι
Αξιωματικούς
των Βουλγάρων εξεδίωξας και σκληρήν ποινήν επέβαλες τω θελήσαντι συλήσαι την
Εικόνα Σου
Και νυν και
αεί και εις τονς αιώνας των αιώνων. Αμήν.
Γλυκυτάτη
Σου, η μορφή ω Παντευλόγητε, φως και δύναμιν παρέχει
τοις πιστοίς
εκδιώκουσα μακράν λύπας και θλίψεις τους.
Ωδή ΣΤ΄
Την δέησιν
εκχεώ πρός Κύριον και αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών η ψυχή μου
επλήσθη και η ζωή μου τώ Άδη προσήγγισε και δέομαι ώς Iωνάς, Εκ φθοράς, ο Θεός
με ανάγαγε
Ατέκνοις
τέκνα χάρισες, οραθείσα κατ' όναρ ω Κόρη αυτών την θλίψιν διώξασα Μήτερ και εις
χαράν μετατρέψασα. Άχραντε. αλλ' εύρομεν Σε και ημείς εν ανάγκαις Μητέρα
φιλόστοργον.
Υπεραγία
θεοτόκε, σώσον ημάς
Ουκ έχομεν
οι άθλιοι δούλοι Σου άλλην πλην Σου σκέπην και προστασίαν διό Σεμνή εν,
καρδίας βοώμεν από κινδύνου παντός ελευθέρω¬σαν τους Σους ικέτας ταπεινώς τους
τη Ση καταφεύγοντας χάριτι.
Λόξα Πατρί
& Υιώ και Αγίω Πνεύματι
Ως έσωσας εκ
κινδύνου. Άχραντε, και εκ πάσης ασθένειας και πόνου, ούτω ημάς διαφύλαξον Κόρη
εκ των παγίδων εχθρού του αλάστορος και διατήρησον αεί εν τελεία υγεία δυνάμει
Σου.
Και νυν και
αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Η χάρις Σου
και φιλανθρωπία Σου τοις πιστοίς εδώρησε την Σήν εικόνα, ίνα προστρέχουν οι
πάντες οι εν ανάγκαις και εν πόνοις, κινδύνοις και θλίψεσιν και πάντες Σε
καταφυγήν και παράκλησιν Κόρη ευρίσκουσιν.
Κύριε
ελέησον (12 φορές)
Ήχος Β! Τα
άνω ζητών
Πελάγη
συμφορών του βίου ποντιζόμενοι και παντοίων παθών τρικυμίαις απειλούμενοι και
δίνη περιπίπτοντες Παρθένε πειρασμών, εις Εικόνα Σου σεπτήν καταφεύγομεν θερμώς
ως εις λιμένα εύδιον, έκτεινον ημίν χείρα ως Πέτρω ο Υιός Σου και κλυδωνίου εκ
παντός ημάς Κόρη λύτρωσε.
ΤΟ
ΕΥΑΓΓΕΛΙΟΥ (ΕΚ ΤΟΥ ΚΑΤΑ ΔΟΥΚΑΝ)
Εκ του κατά
Λουκάν. Κεφ. Α’ 39-49 και 56.
Εν ταίς
ημέραις εκείναις, αναστάσα Μαριάμ επορεύθη εις την ορεινήν μετά σπουδής εις
πόλιν Ιούδα και εισήλθεν εις τόν οίκον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. Και
εγένετο, ως ήκουσεν η Ελισάβετ τόν ασπασμόν τής Μαρίας, εσκίρτησε τό βρέφος εν
τή κοιλία αυτής και επλήσθη Πνεύματος αγίου η Ελισάβετ και ανεφώνησε φωνή
μεγάλη και είπεν, Ευλογημένη σύ εν γυναιξί και ευλογημένος ο καρπός τής κοιλίας
σου. Και πόθεν μοι τούτο, ίνα έλθη η μήτηρ του Κυρίου μου πρός με; Ιδού γαρ, ως
εγένετο η φωνή του ασπασμού σου εις τά ώτα μου, εσκίρτησε τό βρέφος εν
αγαλλιάσει εν τή κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοίς
λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τόν Κύριον
και ηγαλλίασε το πvεύμα μου επί τώ Θεώ τώ σωτήρι μου, ότι επέβλεψεν επί τήv
ταπείvωσιν τής δούλης αυτού. Ιδού γάρ από του νύv μακαριούσί με πάσαι αι
γεvεαί. Ότι εποίησέ μοι μεγαλεία ο Δυvατός και άγιοv τό όvομα αυτου. Έμεινε δέ
Μαριάμ σύv αυτή ωσεί μήvας τρείς και υπέστρεψεν εις τόν οίκοv αυτής.
Δόξα Πατρί
& Υιώ...
Πάτερ, Λόγε
Πνεύμα Τριας...
Ταις
Εικοσιφοινίσσης...
Ελεήμων,
ελέησον με ο Θεός...
Ήχος Πλ. Β'
Όλην αποθέμενοι
Σκεπήν και
βοήθειαν, κραταιάν προστασίαν και χαράς μας την πηγήν εν παντί τω βίω Σε Κόρη
έχοντες εν πολλαίς θλίψεσιν και εν αρρωστίαις και σκανδάλοις τοις του όφειος.
εκ πάσης Δέσποινα συμφοράς τε και μάστιγος ταχέως εκλυτρούμεθα τη Ση αρωγή και
χρηστότητι όθεν μη ελείπης παρέχειν τας ιάσεις συμπαθώς τοις προς την Σην αγαθότητα
σπεύδουσιν Πανάχραντε.
Ωδή Ζ' Οι εκ
της Ιουδαίας
Υπεραγία
θεοτόκε, σώσον ημάς
Αιτούσιν
εδωρήσω την τεκνοποιίαν Εικοσιφοίνισαα. αλλά και της ψυχής τους την ίασιν
Παρθένε εχαρίσω πρεσβείαις Σου ίνα θερμώς ανυμνούν Σεπτά Σου μεγαλεία.
Υπεραγία
θεοτόκε, σώσον ημάς
Λοιμικής
ασθενείας και πάσης άλλης βλάβης Εικοσιφοίνισσα. ούτω ημάς πιστούς Σου δούλους
ω Θεοτόκε απολύτρωσε Δέσποινα, όπως υμνώμεν αεί σεπτά Σου μεγαλεία.
Δόξα Πατρί
& Υιώ και Αγίω Πνεύματι
Του
Βούλγαρου το θράσος ετιμώρησας Μήτερ και την κακίαν του ούτω καμάς εν πίστει
σωστεί και ευλαβεία διατήρησον Δέσποινα ίνα δεχώμεθα πιστοί θερμήν Σου
προστασίαν.
Και νυν και
αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Η μόνη εις
αιώνας αειπάρθενος Μήτηρ και προστασία μας Κυρία τον Αγγελον. Βασίλισσα του
Κόσμου σκέπε και φύλαττε πάντας πιστούς οί Σε τιμούν γεραίρουν και δοξάζουν.
Ωδή Η' Τον
Βασιλέα
Από ποικίλων
ασθενειών, ο Παρθένε, ημάς ρύσε θερμή Σου προστασία. ώσπερ τούτον Κόρη πολλούς
ερρύσω πάλαι.
Υπεραγία
θεοτόκε, σώσον ημάς
Πηγή
θαυμάτων. Εικοσιφοίνισσα Μήτερ. η Εικών Σου ανεδείχθη εν τω κόσμο εξ ής οι
διψώντες αρύωνται το νέκταρ.
Λόξα Πατρί
& Υιώ και Αγίω Πνεύματι
Πάντας
πιστούς Σου Συ βοηθάς Θεοτόκε και την χάριν και ίασιν παρέχεις ως Ύψίστου Μήτηρ
η Κεχαριτωμένη.
Και νυν και
αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Τη προσταγή
Σου Εικοσιφοίνισσα Μήτερ πειθαρχούσιν Αγγέλων αι τάξεις, αι βοηθούσιν πάντας
τους Σε επικαλουμένους.
Ωδή Θ' Κυρίως
Θεοτόκον
Υπεραγία
θεοτόκε σώσον ημάς
Των
Ορθοδόξων πλήθη σπεύσατε προθύμως προς Εικοσιφοινίσσης εικόνα την πάντιμον, ο
ιατρός γαρ εν ταύτη μένει ο άμισθος.
Δόξα Πατρί
& Υιώ και Αγίω Πνεύματι
Μόνην Σου
την αγίαν όλων καταυγάζει η Σεβασμία Εικών Σου, Πανύμνητε και καταλάμπει τους
ταύτην πιστώς γεραίροντας.
Και νυν και
αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Εικόνι τη
Αγία Εικοσιφοινίσσης οι εν κινδύνοις προσπέσατε άπαντες και των θαυμάτων την
χάριν λήψεσθε άφθονον.
ΤΟ ΑΞΙΟΝ
ΕΣΤΙ ΚΑΙ ΤΑ ΠΑΡΑΚΑΤΩ ΜΕΓΑΛΥΝΑΡΙΑ
Άξιόν εστίν
ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον
και μητέρα
του Θεού ημών.
Την
τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ
την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως
Θεοτόκον, Σε μεγαλύνομεν
Εικοσιφοινίσσης
τη θαυμαστή και σεπτή εικόνι νυν προσπέσωμεν αδελφοί, ως πλήθη τελούσαν αέναα
θαυμάτων πάσιν τοις προσκυνούσιν την Θείαν Χάριν Της.
Μόνην εν
ταις θλίψεσιν αρωγόν και θερμόν προστάτην, αντιλήπτορα, βοηθόν έχομεν εν
πάσιν Πανάχραντε μας Μήτερ σπεύσον και μη παρίδεις χρείαν των τέκνων Σου.
Χαίρε η
γεννήσασα Λυτρωτήν ημίν και Σωτήρα τον Δοτήρα των αγαθών, Πύλη γαρ εδόθης
πιστών εις Σωτηρίαν, η Κεχαριτωμένη, Χαίρε Θεόνυμφε
Τι
ανταποδώσωμεν οι πιστοί δούλοι Σόυ Παρθένε αντί της χάριτος Σου πολλής ήνπερ
έδωσας μας χαρισαμένη Μήτερ Εικόνα Σου Αγίαν ως πλούτον άφθορον
Πάσαι των
Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες,
μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.
Ήχος Β
Πάντων προστατεύεις Αγαθή
Πάντων
προστατεύεις ο Σεπτή, τον καταφευγόντων εν πίστει τη κραταιά Σου χειρί. άλλων
γαρ ουκ έχομεν αμαρτωλοί εν κινδύνοις και θλίψεσιν αεί μεσιτείαν οι
κτατακαμπτόμενοι υπό πταισμάτων πολλών. Εικοσιφοίνισσα Μήτερ. Συ υπάρχεις.
Άχραντε. σπεύσον δυσωπούμεν ρύσασθαι τους δούλους Σου.
Ήχος Πλ. Α’
Δέσποινα
πρόσδεξε τας δεήσεις των δούλων Σου και λύτρωσε ημάς από πάσης ανάγκης και
θλίψεως.
ΉχοςΒ'
Την πάσαν
ελπίδα μου εις Σε ανατίθημι, Μήτερ του Θεού φύλαξον ημάς υπό την σκεπήν Σου.
Δι ευχών ……