Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.
Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ´).
Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Προσευχή πρίν ἀπό τό γεῦμα.(Ἀπόδοση εἰς τήν καθομιλουμένη:)
Πατέρα μας,
πού εἶσαι στούς οὐρανούς, ἄς εἶναι ἅγιο τό ὄνομά σου. Ἄς ἔλθει ἡ κυριαρχία σου.
Ἄς γίνει τό θέλημά σου, ὅπως στόν οὐρανό ἔτσι καί στή γῆ. Ἀξίωσέ μας νά ῾χουμε
τό καθημερινό φαγητό μας. Συγχώρεσε τά σφάλματά μας, ὅπως καί μεῖς συγχωροῦμε, ὅσους
μᾶς ἔβλαψαν. Καί μήν ἐπιτρέψεις νά παρακινηθοῦμε στήν ἁμαρτία, ἀλλά προφύλαξέ
μας ἀπό τόν πανοῦργο διάβολο. Ἀμήν.
Δόξα... Καί τώρα... Κύριε ἐλέησε (τρεῖς).
Χριστέ Θεέ μας, εὐλόγησε τό φαγητό καί τό ποτό τῶν δούλων σου, διότι εἶσαι Ἅγιος πάντοτε· καί τώρα καί πάντα καί στούς ἀπέραντους αἰῶνες. Ἀμήν.
Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Εὐχαριστία μετὰ τὸ γεῦμα. (Ἀπόδοση εἰς τήν καθομιλουμένη:)
Χριστέ, πού εἶσαι ὁ Θεός μας, σ᾿ εὐχαριστοῦμε πού μᾶς χόρτασες ἀπό τά καλά σου, πού βρίσκονται στή γῆ, μή μᾶς στερήσεις ἀπό καλά τῆς οὐράνιας Βασιλείας σου, ἀλλά ὅπως ἀκριβῶς βρέθηκες στό μέσο τῶν μαθητῶν σου, σύ πού εἶσαι Σωτήρας, προσφέροντας σ᾿ αὐτούς τήν εἰρήνη, ἔτσι νά ἔλθεις καί σέ μᾶς καί νά μᾶς διαφυλάξεις ἀπό κάθε κακό.
Φάγονται
πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται
αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ´).
Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Προσευχή πρό τοῦ δείπνου. (Ἀπόδοση εἰς τήν καθομιλουμένη)
Ὅσοι ἀναζητοῦν
τόν Κύριο Ἰησοῦ Χριστό καί φτωχοί ἄν εἶναι θά φᾶνε ἀπό τ᾿ ἀγαθά του καί θά
χορτάσουν καί θά τόν εὐχαριστήσουν· ἡ ψυχή τους θά ζήσει αἰώνια.
Δόξα... Καί τώρα... Κύριε ἐλέησε (τρεῖς).
Χριστέ Θεέ μας, εὐλόγησε τό φαγητό καί τό ποτό τῶν δούλων σου, διότι εἶσαι Ἅγιος πάντοτε· καί τώρα καί πάντα καί στούς ἀπέραντους αἰῶνες. Ἀμήν.
+++
Εὐχαριστία
μετὰ τὸ δεῖπνο.
Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσομεν· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισας ἡμᾶς.
Εὐχαριστία μετά τό δεῖπνο. (Ἀπόδοση εἰς τήν καθομιλουμένη)
Κύριε, μᾶς ἔχεις δώσει χαρά μέ τά δημιουργήματά σου καί μέ τά ἔργα σου εἴμαστε εὐχαριστημένοι. Τό φῶς τοῦ προσώπου σου, Κύριε, μᾶς σημάδεψε· μεγάλη χαρά μᾶς ἔδωσες. Χορτάσαμε ἀπό τούς καρπούς τῶν ἔργων σου, τοῦ ψωμιοῦ, τοῦ κρασιοῦ καὶ τοῦ λαδιοῦ. Εἰρηνικά ἐπίσης θά πέσουμε γιά ὕπνο καί θά κοιμηθοῦμε· διότι σύ, Κύριε, στόν καθένα ἀπό μᾶς κατοίκησες μέ ἐλπίδα.
- (Ἐν ἡμέραις νηστείας, μετὰ τὸ δεῖπνον ἀντί «Εὔφρανας ἡμᾶς...» λέγομεν τὴν Εὐχαριστίαν τοῦ μεσημβρινοῦ γεύματος «Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.»
- Εἰς το τέλος ἑκάστης εὐχῆς λέγομεν «Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.»)
- ΣΗΜΕΙΩΣΗ: Στον τοίχο δίπλα στο τραπέζι του φαγητού δεν αναρτούμε την εικόνα ¨Ο ΜΥΣΤΙΚΟΣ ΔΕΙΠΝΟΣ¨ (με την παρουσία του Ιούδα) αλλά την εικόνα ¨Η ΦΙΛΟΞΕΝΊΑ ΤΟΥ ΑΒΡΑΑΜ¨ όπως αυτή στην αρχή της σελίδας.
Ἡ προσευχή δέν εἶναι κάτι πού μπαίνει σέ καλούπια, ἤ πού νά μπορεῖ ἤ νά πρέπει νά δεχθεῖ διάφορους περιορισμούς, οὔτε θά πρέπει νά φοιτήσει σέ ἀνώτερες σχολές ὁ ἄνθρωπος, γιά νά μάθει νά προσεύχεται. Ἀπαραίτητο εἶναι ἡ προσευχή νά βγαίνει ἀπό τά βάθη τῆς ψυχῆς σου, νά πιστεύεις ἀπόλυτα ὅτι ὁ Θεός μπορεῖ νά πραγματοποιήσει αὐτό πού τοῦ ζητᾶς, ἐφόσον εἶναι λογικό καί γιά τό συμφέρον σου. Νά προσεύχεσαι μέ ταπείνωση καί μέ ἀπόλυτη ἐμπιστοσύνη στό Θεό, πού εἶναι καί Πατέρας ὅλων τῶν ἀνθρώπων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σχόλια