Παρακλητικός
Κανών εις την Υπεραγίαν Θεοτόκον την Διασώζουσαν, Πάτμος
Ποίημα
Γερασίμου Μοναχού Μικραγιαννανίτου
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ὡς τὸν Σωτῆρα τῶν ἁπάντων τεκοῦσα, μετὰ Θεὸν Σώτειρα ὤφθης τοῦ κόσμου, καὶ διασῴζεις μητρικῇ πρεσβείᾳ Σου, πάντας τοὺς προστρέχοντας τῇ σεπτῇ Σου Εἰκόνι, ἥ προσφόρως κέκληται, Διασῴζουσα, Κόρη, ἐξ ἧς πηγάζεις πᾶσι δαψιλῶς, τῶν Σῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Ἡ νῆσος Πάτμος ὡς θησαύρισμα θεῖον, τὴν χαριτόβρυτόν Σου Κόρη Εἰκόνα, καταπλουτοῦσα μέλπει Σου τὰ θαύματα· πάντας διασῴζεις γάρ τοὺς αὐτὴν προσκυνοῦντας, καὶ παρέχεις ἅπασι, τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥω, ἀπαλλαγὴν παντοίων ὀδυνῶν, καὶ πάσης βλάβης, ἀεὶ διασῴζουσα.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
«Σώζε Διασωζουσα ημάς Κόρη. Γερασίμου».
Σωτῆρα τεκοῦσα καὶ Ποιητήν, ἀεὶ διασῴζεις, ἐκ κινδύνων πολυειδῶν, μόνη Διασῴζουσα Παρθένε, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι Σου.
Διασῴζεις ἀπαύστως, ὡς συμπαθὴς Δέσποινα, τοὺς πιστῶς φωνοῦντας ἐν θλίψει, τὴν θείαν κλῆσίν σου· ᾧ Διασῴζουσα, ὅθεν τὴν Σὴν προστασίαν καὶ θερμὴν ἀντίληψιν ἀνακηρύττομεν.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ Πάτμος ἐν Σοί, Παρθένε Διασῴζουσα, σκιρτᾷ μυστικῶς, τιμῶσα τὴν Εἰκόνα Σου· ἐξ αὐτῆς λαμβάνει γάρ, τῆς λαμπρᾶς Σου εὐνοίας τὰς χάριτας καὶ τῶν πολλῶν Σου θαυμάτων, Ἁγνή, κηρύττει ἀεὶ τὰ ἐνεργήματα.
Τὴν ἡμᾶς ἐνδυνάμωσον, ἔργοις ἐναρέτοις, Θεοχαρίτωτε, καὶ πταισμάτων αἶτει ἄφεσιν, τοῖς θερμῶς προστρέχουσι τῇ σκέπῃ Σου.
Σκέπασον ἡμᾶς, τῇ θερμῇ, Παρθένε, σκέπη Σου, ἐκ παντοίων τοῦ δολίου προσβολῶν, διασῴζουσα ἡμᾶς πάσης κακώσεως.
Ἀγγέλων, ἁγιωτέρα, Παρθένε, καθαγίασον ἡμῶν τὰς καρδίας, χαμαιπετῶν ἐννοιῶν καὶ προσύλων, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα Σου, τὴν ἀναβλύζουσαν ἀεί, Διασῴζουσα, χάριν καὶ ἔλεος.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Τῇ φερωνύμῳ Σου κλήσει, Πανάχραντε, ὡς θησαυρὸς ἀκενώτου χρηστότητος, διάσῳζε πάσης στενώσεως καὶ προσβολῶν τοῦ δολίου ἀλάστορος, ἡμᾶς τοὺς πιστῶς Σὲ δοξάζοντας.
Μνησθήσομαι τοῦ ὀνοματός Σου, ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.
Πάτερ, Λόγε, Πνεῦμα Τριᾶς η ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον, τὴν θαυμαστήν Σου Εἰκόνα, Πάτμος ἡ περίφημος, θείᾳ εὐδοκίᾳ Σου, Κόρη κέκτηται· δωρεὰν πᾶσι γάρ, ἐξ αὐτῆς παρέχεις, τοῖς αἰτοῦσι τὰ χαρίσματα, ἥν Διασῴζουσαν, ὄντως προσφυῶς ὀνομάζομεν, ὡς σῴζουσαν ἐκ θλίψεως, τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν ἀεὶ δίδου, ἡμῖν τὴν Σὴν βοήθειαν Ἁγνή, καὶ τῆς λαμπρᾶς προστασίας Σου, τὰς ἐκφάνσεις, Ἄχραντε.
Ῥῶσι δέδωκας Κόρη, γυναικὶ τῇ πασχούσῃ, ἐπιστασία Σου· οὕτω καὶ νῦν Παρθένε, ἡμῶν τὰς ἀσθενείας, Διασῴζουσα, ἴασαι, καὶ εὐπράγια ἡμῖν, παράσχου ἐν τῷ βίῳ.
Ῥῦσαί με Κόρη, θανατηφόρου κακίας, ὡς διέσωσας βεβαίου ἐκ θανάτου, τοὺς τῇ Σῇ Εἰκόνη, ἐν πίστει προσπεσόντας.
Μὴ παύσῃ ἐφορῶσα, ταύτην Σου τὴν νῆσον, τὴν κεκτημένην τὴν θείαν Εἰκόνα Σου, ὡς ἀσφαλὲς καταφύγιον, Διασῴζουσα.
Χαίρει κεκτημένη ὡς θησαυρόν, ἡ Πάτμος Παρθένε, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἐξ ἧς τήν σωτηρίαν λαμβάνοντες πλουσίαν, ταύτην καλοῦμεν, Δέσποινα, Διασῴζουσαν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα Πατρί…
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ Θεοτόκε Εἰκόνι, καὶ προσκυνοῦντας αὐτήν, σκέπε καὶ διάσῳζε ἐκ πάσης θλίψεως, καὶ παθῶν κατάστρεψον, τὸν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· Σὺ γὰρ σωτηρία καὶ σκέπη, ὤφθης ἀληθῶς ἡμῖν, Κόρη· ὅθεν Διασῴζουσαν καλοῦμέν Σε.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σχόλια