ΑΛΙΚΟΣ ΟΥΡΑΝΟΣ ΕΛΛΑΣ ΟΡΘΟΔΟΞΙΑ

ΘΕΜΑΤΑ

06 Ιουνίου 2019

ΑΝΑΛΗΨΙΣ

          Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
  • Τρία παράδοξα θαύματα ἐξ ἀρχῆς χρόνου οὐ γνώριμα,
  • τὴν φύσιν αὐτὴν ὑπερακοντίζοντα τὴν ἡμετέραν συνέπλεξαν, ἀῤῥαγῆ καὶ ἀσάλευτα μένοντα·
  • τρίπλοκον γὰρ σχοινίον ταχὺ οὐ διαῤῥήσσεται.
  • Ταῦτα δέ ἐστιν ἀνυμφεύτου μητρὸς ὠδὶς,
  • τριημέρου πάθους ἀνάστασις,
  • σαρκὸς εἰς οὐρανοὺς ἀνάληψις.
  • Οἶδεν ὁ χρόνος στείρας τικτούσας,
  • ἀλλ' οὐ γαμικῆς συναφείας ἐκτός·
  • οἶδε νεκροὺς ἀναβιώσαντας, ἀλλ' οὐχὶ εἰς ζωὴν ἀτελεύτητον·
  • οἶδε προφήτην ἀναλαμβανόμενον, ἀλλ' ὡς εἰς οὐρανόν·
  • τὸ, ὡς, τῆς ἀληθείας δεύτερον.

          Θεοδώρητου Κύρρου

Ἀπολυτίκιον
Ἦχος δ’.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τὴ ἐπαγγελία τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἰ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου

Κοντάκιον
Ἦχος πλ. δ΄.
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.

Ορθόδοξοι Πατέρες

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ

Αναγνώστες